Add parallel Print Page Options

Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν— εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς· [a]κατὰ ἀποκάλυψιν [b]ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας [c]ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου, οὗ [d]ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ [e]τῆς δοθείσης μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ— ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη— [f]τοῖς ἔθνεσιν εὐαγγελίσασθαι [g]τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ, καὶ φωτίσαι [h]πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα [i]κτίσαντι, 10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, 11 κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν [j]τῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, 12 ἐν ᾧ ἔχομεν τὴν παρρησίαν [k]καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. 13 διὸ αἰτοῦμαι μὴ [l]ἐγκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:3 κατὰ Holmes WHmarg ] ὅτι κατὰ WH Treg NIV RP
  2. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:3 ἐγνωρίσθη WH Treg NIV ] ἐγνώρισέν RP
  3. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:6 ἐν Χριστῷ Ἰησοῦ WH Treg NIV ] αὐτοῦ ἐν τῷ Χριστῷ RP
  4. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:7 ἐγενήθην WH Treg NIV ] ἐγενόμην RP
  5. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:7 τῆς δοθείσης WH Treg NIV ] τὴν δοθεῖσάν RP
  6. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:8 τοῖς WH Treg NIV] ἐν τοῖς RP
  7. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:8 τὸ ἀνεξιχνίαστον πλοῦτος WH Treg NIV ] τὸν ἀνεξιχνίαστον πλοῦτον RP
  8. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:9 πάντας Treg NIV RP ] – WH
  9. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:9 κτίσαντι WH Treg NIV ] + διὰ Ἰησοῦ Χριστοῦ RP
  10. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:11 τῷ WH Treg NIV ] – RP
  11. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:12 καὶ WH Treg NIV ] + τὴν RP
  12. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:13 ἐγκακεῖν WH Treg NIV ] ἐκκακεῖν RP